Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.57 Joseph. AJ 19.63 (English) >>Joseph. AJ 19.68

19.61καὶ τὸν Χαιρέαν τὸ μὲν πρῶτον ὑπιδέσθαι, μὴ καί τινος τῶν συνωμοτῶν προδότου γεγονότος ἁλίσκοιτο, καὶ τέλος συνέντα ἐπὶ προτροπῇ φέρειν πρῶτον εἴτε παραινέσει τῶν συνεγνωκότων ἀντισημαίνοντός τινος, εἴτε δὴ καὶ τοῦ θεοῦ, ὃς ἐφορᾷ τὰ ἀνθρώπινα, αἴροντος αὐτόν. 19.62διεληλύθει δὲ διὰ πολλῶν τὸ ἐπιβούλευμα καὶ πάντες ἐν ὅπλοις παρῆσαν, οἱ μὲν τῶν βουλευτῶν ὄντες οἱ δὲ ἱππεῖς καὶ ὁπόσοι τοῦ στρατιωτικοῦ συνῄδεσαν· οὐδεὶς γὰρ ἦν, ὃς μὴ ἐν εὐδαιμονίᾳ ἂν ἠρίθμει τὴν Γαΐου μετάστασιν· 19.63καὶ διʼ αὐτὸ πάντες ἠπείγοντο ὁποίῳ δύναιτό τις τρόπῳ μηδὲ ἑκὼν εἶναι τῆς ἐπὶ τοιούτοις ἀρετῆς ὑστερεῖν, ἀλλʼ ὡς ἔχοι προθυμίας δυνάμεως καὶ λόγοις καὶ διʼ ἔργων ἦρτο ἐπὶ τῇ τυραννοκτονίᾳ, 19.64ἐπεὶ καὶ Κάλλιστος, ἀπελεύθερος δʼ ἦν Γαΐου πλεῖστά τε ἀνὴρ εἷς οὗτος ἐπὶ μέγιστον δυνάμεως ἀφίκετο καὶ οὐδὲν ἄλλο ἰσοτύραννον εἶχε τὴν δύναμιν φόβῳ τε τῶν πάντων καὶ μεγέθει χρημάτων, ἅπερ ἐγένετο αὐτῷ· 19.65δωροδοκώτατος γὰρ ἦν καὶ ὑβριστότατος παρʼ ὁντινοῦν γίνεται, ἐξουσίᾳ χρησάμενος παρὰ τὸ εἰκός· καὶ ἄλλως τε τοῦ Γαΐου τὴν φύσιν ἐξεπιστάμενος ἀνήκεστον οὖσαν καὶ ἐφʼ οἷστισι κρίνειεν οὐδαμῶς ἀντισπάσματι χρωμένην, αὐτῷ τε πολλὰς μὲν καὶ ἄλλας αἰτίας τοῦ κινδυνεύειν, οὐχ ἥκιστα δὲ τὸ μέγεθος τῶν χρημάτων·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.57 Joseph. AJ 19.63 (English) >>Joseph. AJ 19.68

Powered by PhiloLogic